Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.197 Dem. 18.201 (English) >>Dem. 18.204

18.199ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν. καί μου πρὸς Διὸς καὶ θεῶν μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετʼ εὐνοίας λέγω θεωρησάτω. εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι καὶ προῄδεσαν πάντες καὶ σὺ προὔλεγες, Αἰσχίνη, καὶ διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδʼ ἐφθέγξω, οὐδʼ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν, εἴπερ δόξης προγόνων τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον. 18.200νῦν μέν γʼ ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, πᾶσι κοινόν ἐστιν ἀνθρώποις ὅταν τῷ θεῷ ταῦτα δοκῇ· τότε δʼ ἀξιοῦσα προεστάναι τῶν ἄλλων, εἶτʼ ἀποστᾶσα τούτου Φιλίππῳ, προδεδωκέναι πάντας ἂν ἔσχεν αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτʼ ἀκονιτεί, περὶ ὧν οὐδένα κίνδυνον ὅντινʼ οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς οὐχὶ κατέπτυσεν ἂν σοῦ; μὴ γὰρ τῆς πόλεώς γε, μηδʼ ἐμοῦ. 18.201τίσι δʼ ὀφθαλμοῖς πρὸς Διὸς ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν πράγματʼ εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δʼ ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτʼ ἀγῶνα ἕτεροι χωρὶς ἡμῶν ἦσαν πεποιημένοι, καὶ ταῦτα μηδεπώποτε τῆς πόλεως ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.197 Dem. 18.201 (English) >>Dem. 18.204

Powered by PhiloLogic